Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[194]
πολλὰ δ᾽ ἄν τις ἔχοι λέγειν, εἰ καθ᾽ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δ᾽ ὑμῖν ὃ μνημονεύσετ᾽ ἐρῶ. σκοπεῖτ᾽ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν δι᾽ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι: πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.