Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[177]
ἀλλ᾽ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλ᾽ ἠδίκουν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δικαίως ἄν μοι δοκοῦσιν: καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις εἴσ᾽ ἔνοχοι. τὰ μὲν οὖν πόλλ᾽ ὧν λέγων ἐφενάκιζεν ὑμᾶς Ἀνδροτίων, παραλείψω: φήσας δ᾽ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλ᾽ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. αἱρεθεὶς δ᾽ ἐπὶ ταῦτα προσείλετο τοῦτον τὸν πάντων τῶν κακῶν κοινωνόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.