Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
γράφονται τὸ ψήφισμα: εἰς ὑμᾶς εἰσῆλθεν: ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματ᾽ ἔχειν τὴν πόλιν, τὸν δ᾽ ἀποστεροῦντα κολάζειν: νόμου δ᾽ οὐδ᾽ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθ᾽ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντ᾽ ἀνεδέξατ᾽ ἐφ᾽ αὑτὸν τὰ προειρημένα, καὶ πάντ᾽ ἠδικημένοι φανήσεσθ᾽ ὑπὸ τούτου: ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφ᾽ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.