Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἀναστὰς Εὐκτήμων ἔλεγ᾽ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβ᾽ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθ᾽ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθ᾽ ὑμεῖς μὴ φίλι᾽ εἶναι τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθ᾽ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.