Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
καίτοι τίν᾽ ἂν ἀξίαν δοίης δίκην, ἢ τί σὺ παθὼν ἂν τὰ προσήκοντ᾽ εἴης πεπονθώς, ὅς, τὰ μὲν ἄλλ᾽ ἐῶ, ἀλλὰ τοὺς τῷ γήρᾳ βοηθοὺς νόμους λυμαίνει, οἳ καὶ ζῶντας ἀναγκάζουσι τοὺς παῖδας τοὺς γονέας τρέφειν, καὶ ἐπειδὰν ἀποθάνωσιν, ὅπως τῶν νομιζομένων τύχωσι παρασκευάζουσιν; ἢ πῶς οὐ κάκιστος ἁπάντων ἀνθρώπων δικαίως ἂν νομίζοιο, ὅστις, ὦ κατάρατε, περὶ πλείονος φαίνει τοὺς κλέπτας καὶ τοὺς κακούργους καὶ τοὺς ἀστρατεύτους τῆς πατρίδος ποιούμενος, καὶ διὰ τούτους καθ᾽ ἡμῶν νόμον τίθης;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.