Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[94]
ἔτι τοίνυν οὐδ᾽ ἁπλοῦν τοῦθ᾽ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο: νῦν δ᾽ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμ᾽ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκ᾽ ἂν ᾖ τοῦτ᾽ ἀποπεφευγός; τίς δ᾽ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτ᾽ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλ᾽ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.