Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα δεῖξαι τῶν γεγραμμένων τοῖς ὡς ἀληθῶς εὐεργέταις τῆς πόλεως, ἵν᾽ εἰδῆθ᾽ ὅτι ῥᾴδιόν ἐστι γράφειν τὰ δίκαια, ὅταν αὐτοῦ τις εἵνεκα τούτου γράφῃ, τοῦ τιμῆσαί τινα καὶ μεταδοῦναι τῶν ἡμῖν ὑπαρχόντων, καὶ μὴ διὰ τοῦ ταῦτα δοκεῖν ποιεῖν βούληται κακουργεῖν καὶ παρακρούεσθαι. λέγε τὰ ψηφίσματα ταυτί. ἀλλ᾽ ἵνα μὴ μακρὸν ὑμῖν ἀκούειν ᾖ, ἐξ ἑκάστου τῶν ψηφισμάτων αὐτὸ τοῦτ᾽ ἐξείλεκται περὶ οὗ τούτου κατηγορῶ. λέγε.“Ψηφίσματα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.