Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[78]
ἀλλὰ τό τ᾽ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τ᾽ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τιν᾽ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθ᾽ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ᾽ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ: κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δ᾽ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δ᾽ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.