Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
τί δήποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ οὕτως ἔχει; ὅτι οἱ ταῦτ᾽ ἐξ ἀρχῆς τὰ νόμιμα διαθέντες, οἵτινές ποτ᾽ ἦσαν, εἴθ᾽ ἥρωες εἴτε θεοί, οὐκ ἐπέθεντο τοῖς ἀτυχήμασιν, ἀλλ᾽ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς. ταῦτα μέντοι πάνθ᾽ οὕτω καλῶς καὶ νομίμως ἔχονθ᾽ ὁ γράφων τὸ ψήφισμα τουτὶ παραβεβηκὼς φαίνεται: ἓν γὰρ οὐδ᾽ ὁτιοῦν ἔνι τούτων ἐν τῷ ψηφίσματι τῷ τούτου. καὶ πρῶτον μὲν παρ᾽ ἑνὸς τούτου δικαστηρίου καὶ παρὰ τοὺς γεγραμμένους νόμους καὶ τἄγραφα νόμιμα τὸ ψήφισμ᾽ εἴρηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.