Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
ἂν δὲ δόξῃ τὰ δίκαι᾽ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου, οὐδ᾽ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλ᾽ ἐκείνου μὲν οἱ νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δ᾽ ἐπιδεῖν διδόντα δίκην ἔξεστιν, ἣν ἔταξ᾽ ὁ νόμος, τὸν ἁλόντα, πέρα δ᾽ οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δ᾽ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι, καὶ οὔθ᾽ ὁ διώκων οὔθ᾽ οἱ δικάζοντες οὔτ᾽ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.