Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
λέγε τὸν μετὰ ταῦτα νόμον.“Νόμοςκαὶ ἐὰν φέροντα ἢ ἄγοντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι.”ἄλλα ταῦτ᾽ ἐφ᾽ οἷς ἔξεστι κτεῖναι. ‘ἐὰν ἄγοντα ἢ φέροντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι’ κελεύει. θεάσασθε πρὸς Διὸς ὡς εὖ: τῷ μὲν ὑπειπών, ἐφ᾽ οἷς ἐξεῖναι κτείνειν, προσγράψαι τὸ ‘εὐθὺς’ ἀφεῖλε τὸν τοῦ βουλεύσασθαί τι κακὸν χρόνον: τῷ δὲ ‘ἀμυνόμενος’ γράψαι δηλοῖ τῷ πάσχοντι διδοὺς τὴν ἐξουσίαν, οὐκ ἄλλῳ τινί. ὁ μὲν δὴ νόμος εὐθὺς ἀμυνομένῳ δέδωκεν ἀποκτιννύναι, ὁ δ᾽ οὐδὲν εἴρηκεν, ἀλλ᾽ ἁπλῶς ‘ἐάν τις ἀποκτείνῃ,’ κἂν ὡς οἱ νόμοι διδόασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.