Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
καὶ πάλιν ‘ἱερῶν Ἀμφικτυονικῶν.’ τί δήποτε καὶ τούτων ἀπέκλεισε τὸν ἀνδροφόνον; ὅσων τῷ παθόντι ζῶντι μετῆν, τούτων εἴργει τὸν δεδρακότα, πρῶτον μὲν τῆς πατρίδος καὶ τῶν ἐν ταύτῃ πάντων καὶ ὁσίων καὶ ἱερῶν, τὴν ἐφορίαν ἀγορὰν ὅρον προσγράψας ἧς εἴργεσθαί φησιν, εἶτα τῶν ἱερῶν τῶν ἐν Ἀμφικτύοσιν: καὶ γὰρ τούτων, εἴπερ ἦν Ἕλλην ὁ παθών, μετῆν αὐτῷ. ‘καὶ ἄθλων.’ διὰ τί; ὅτι κοινοὶ πᾶσίν εἰσιν οἱ κατὰ τὴν Ἑλλάδ᾽ ἀγῶνες, κατὰ δὲ τὴν πάντων μετουσίαν μετῆν καὶ τούτων τῷ πεπονθότι: καὶ τούτων οὖν ἀπεχέσθω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.