Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
εἰ δὲ τοῦτ᾽ ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασι σωτηρία διαφθαρήσεται. ἔστι δ᾽ αὕτη τίς; ἐκ τῆς τῶν πεπονθότων μεταστάντα εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν. ἵνα δὴ μὴ τοῦτ᾽ ᾖ μηδ᾽ ἀπέραντοι τῶν ἀτυχημάτων αἱ τιμωρίαι γίγνωνται, ἔγραψεν ‘ἐάν τις τὸν ἀνδροφόνον κτείνῃ ἀπεχόμενον’ φησὶν ‘ἀγορᾶς ἐφορίας.’ τί τοῦτο λέγων; τῶν ὁρίων τῆς χώρας: ἐνταῦθα γάρ, ὥς γ᾽ ἐμοὶ δοκεῖ, τἀρχαῖα συνῇσαν οἱ πρόσχωροι παρά θ᾽ ἡμῶν καὶ τῶν ἀστυγειτόνων, ὅθεν ὠνόμακεν ‘ἀγορὰν ἐφορίαν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.