Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομ᾽ εἰρηκὼς ἢ πῶς δεινότερ᾽ ἂν γράφων ἢ τοῦτον τὸν τρόπον; ὃς δυοῖν ὑποκειμένων ὀνομάτων, κατὰ μὲν τῶν ἐν αἰτίᾳ, ‘ἐάν τις ἀποκτείνῃ,’ κατὰ δὲ τῶν ἑαλωκότων, ‘ἐάν τις ἀνδροφόνος ᾖ,’ ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα, τὴν δὲ τιμωρίαν, ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι, ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας, καὶ τὸ μέσον τούτων ἐξεῖλες. μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις, ἣν οὐδαμοῦ γέγραφ᾽ οὗτος ἐν τῷ ψηφίσματι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.