Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
τί λέγεις; τῶν νόμων οὐδὲ τοὺς ἑαλωκότας διδόντων ἀπάγειν πλὴν ἐν τῇ ἡμεδαπῇ, σὺ γράφεις ἄνευ κρίσεώς τιν᾽ ἀγώγιμον ἐκ τῆς συμμαχίδος πάσης; καὶ οὐδ᾽ ἐν τῇ ἡμεδαπῇ ἄγειν κελευόντων τῶν νόμων, σὺ δίδως ἄγειν πανταχόθεν; καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον πάνθ᾽ ὅσ᾽ ἀπείρηκεν ὁ νόμος δέδωκας, χρήματα πράξασθαι, ζῶντα λυμαίνεσθαι, κακοῦν ἔχοντα, αὐτὸν ἀποκτιννύναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.