Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ὁ μὲν δὴ νόμος οὕτως τὸν ἀνδροφόνον καὶ τὸν ἑαλωκότ᾽ ἤδη διώρισεν ὡς κολαστέον καὶ οὗ, τὴν τοῦ πεπονθότος εἰπὼν πατρίδα, καὶ περὶ τοῦ μηδέν᾽ ἄλλον τρόπον ἢ τοῦτον μηδ᾽ ἄλλοθι πλὴν ἐνταῦθ᾽ ἄντικρυς εἴρηκεν. ὁ δὲ τὸ ψήφισμα γράφων, πολλοῦ γε δεῖ, διώρισεν, ὅς γε πάντα τούτοις τἀναντί᾽ εἴρηκεν: γράψας γὰρ ‘ἐάν τις ἀποκτείνῃ Χαρίδημον,’ ‘ἀγώγιμος ἔστω’ φησὶν ‘πανταχόθεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.