Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ὁ μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, ὁ δὲ τὸ ψήφισμα γράφων πῶς; ‘ἐάν τις ἀποκτείνῃ’ φησὶν ‘Χαρίδημον.’ τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, ‘ἄν τις ἀποκτείνῃ’ γράψας, ἥνπερ ὁ τὸν νόμον τιθείς: μετὰ ταῦτα δ᾽ οὐκέτι ταὐτά, ἀλλ᾽ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν ὅ τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδ᾽ εἰ πεποίηκέ πω φανερόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.