Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[217]
ἔστιν ἐφ᾽ οἷς ἀδικήμασιν δέδωκεν ἀποκτείνειν ὁ νόμος: ὁ δ᾽ οὐδὲν ὑπειπών, κἂν ἐπὶ τούτοις τις κτείνῃ, δίδωσιν ἔκδοτον τὸν ἀθῷον ἀφειμένον ἐν τοῖς νόμοις. ἄν τις πάθῃ τι τοιοῦτον, δίκας ὁ νόμος κελεύει αἰτεῖν πρῶτον: ὁ δὲ τοὐναντίον οὐδεμίαν κρίσιν οὔτ᾽ αὐτὸς εἰπὼν οὔτε παρ᾽ ὧν ἀξιοῖ λαβεῖν αἰτήσας, ἀγώγιμον εὐθὺς ἔγραψεν, κἄν τις ἀφαιρῆται, παραχρῆμ᾽ ἔκσπονδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.