Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[203]
τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖς ἐδόκει, καὶ περὶ τούτων ἦν ἡ σπουδή, προστιθέασιν δύ᾽ αὐτῷ, τὸν μὲν ὅσ᾽ ὑμεῖς ἀκηκόατ᾽ εἰργασμένον κακά, τὸν δ᾽ ὅλως οὐδεὶς οἶδεν ἀνθρώπων τίς ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μικρά, ἃ πρὸ τοῦ μεγάλ᾽ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμ᾽ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτ᾽ ἀπόχρη, ἀλλ᾽ εἰ μὴ καὶ φυλάξεθ᾽ ἕκαστον τούτων, ἐκείνων γ᾽ οὐδεμία χάρις, ὡς ἔοικεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.