Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[194]
ἴσως τοίνυν καὶ τοιαύτην τιν᾽ ἐροῦσ᾽ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθ᾽ ὡς ἔχω. εἰ μετ᾽ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντ᾽ ἀγάθ᾽ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδ᾽ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον: οὐδένα γὰρ ἂν νομίζω τοσαῦτ᾽ ἀγαθὰ ποιῆσαι, δι᾽ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι καὶ παρ᾽ ἃ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.