Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[191]
ἔστιν τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος δι᾽ οὗ προσδοκῶσι παράξειν ὑμᾶς, ὡς ὁ Κερσοβλέπτης καὶ Χαρίδημος ἴσως ἐναντί᾽ ἔπραττον τῇ πόλει τόθ᾽ ὅτ᾽ ἦσαν ἐχθροί, νῦν δὲ φίλοι καὶ χρησίμους παρέχουσιν ἑαυτούς. οὐ δὴ δεῖ μνησικακεῖν: οὐδὲ γὰρ Λακεδαιμονίους ὅτ᾽ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθ᾽ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί, οὐδὲ Θηβαίους, οὐδ᾽ Εὐβοέας τὰ τελευταῖα νυνί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.