Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[174]
εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐκ προσαγωγῆς ὑμῖν φίλον, καὶ ὅπως ἂν ὑμᾶς δύνασθαι νομίσῃ, οὕτω πρὸς ὑμᾶς εὐνοίας ἔχοντα, τοῦτον οἴεσθε δεῖν ἰσχυρόν ποτ᾽ ἐᾶσαι γενέσθαι, καὶ ταῦτα δι᾽ ὑμῶν; οὐκ ἄρ᾽ ὀρθῶς ἐγνώκατε. ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι τἀληθῆ λέγω, λαβέ μοι τὴν ἐπιστολὴν ἣ μετὰ τὰς πρώτας συνθήκας ἦλθεν, εἶτα τὴν παρὰ Βηρισάδου: μάλιστα γὰρ οὕτω γνώσεσθε διδασκόμενοι.“Ἐπιστολή”λέγε καὶ τὴν ἐπιστολὴν τὴν τοῦ Βηρισάδου.“Ἐπιστολή”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.