Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[171]
ὡς δ᾽ ἐν ἀρχαιρεσίαις ὑμεῖς Χαβρίαν ἐπὶ τὸν πόλεμον τοῦτον κατεστήσατε, καὶ τῷ μὲν Ἀθηνοδώρῳ συνέβη διαφεῖναι τὴν δύναμιν χρήματ᾽ οὐκ ἔχοντι παρ᾽ ὑμῶν οὐδ᾽ ἀφορμὴν τῷ πολέμῳ, τῷ Χαβρίᾳ δὲ μίαν ναῦν ἔχοντι μόνην ἐκπλεῖν, τί ποιεῖ πάλιν οὗτος ὁ Χαρίδημος; ἃς μὲν ὤμοσε πρὸς τὸν Ἀθηνόδωρον συνθήκας ἔξαρνος γίγνεται καὶ τὸν Κερσοβλέπτην ἀρνεῖσθαι πείθει, γράφει δ᾽ ἑτέρας πρὸς τὸν Χαβρίαν ἔτι τῶν πρὸς Κηφισόδοτον δεινοτέρας: οὐκ ἔχων δ᾽ ἐκεῖνος, οἶμαι, δύναμιν στέργειν ἠναγκάζετο τούτοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.