Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[160]
ἐνθυμεῖσθ᾽ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. ἆρ᾽ οὖν οἴεσθ᾽ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς ἢ τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήν;λέγ᾽ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. καὶ θεωρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, καὶ τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δ᾽ ὑπισχνούμενος ποιήσειν. λέγε.“Ἐπιστολή”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.