Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[155]
ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμ᾽ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν ἠγνόησέ τις εἶναι φάσκων, ἀλλ᾽ οὐδ᾽ ὁ τυχὼν ἄνθρωπος. οὐδ᾽ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, οὐδ᾽ ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδ᾽ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμειν᾽ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γ᾽ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν ὁ Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχ᾽ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δ᾽ οὐδ᾽ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.