Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[143]
ἧκε μὲν γὰρ ὁ Θερσαγόρας καὶ ὁ Ἐξήκεστος εἰς Λέσβον καὶ ᾤκουν ἐκεῖ: εἰ δ᾽ ἐφήπτετό τις τῶν Φιλίσκου φίλων ἢ παίδων, ἐξεδίδοντ᾽ ἂν ὑπὸ τοῦ ὑμετέρου ψηφίσματος. πῶς οὖν οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν ἦτε πεποιηκότες, ἄνδρες Ἀθηναῖοι, εἰ τοὺς μὲν παρ᾽ ὑμῖν τοιοῦτό τι πράξαντας χαλκοῦς ἱστάντες καὶ ταῖς μεγίσταις δωρειαῖς τιμῶντες ἐφαίνεσθε, τοὺς δ᾽ ἑτέρωθί που τὴν αὐτὴν τούτοις διάνοιαν ὑπὲρ τῆς αὑτῶν πατρίδος ἔχοντας ἐκδότους εἶναι κατεψηφισμένοι; τοῦτο τοίνυν ἐπ᾽ ἐκείνου μέν, εὖ ποιοῦν, οὐ συνέβη φενακισθεῖσιν ὑμῖν αἰσχύνην ὀφλεῖν: ἐπὶ τούτου δέ, ἂν ἐμοὶ πίθησθε, φυλάξεσθε. μὴ γὰρ ὡρισμένου μηδενός, ἀλλ᾽ ἁπλῶς ‘ἄν τις ἀποκτείνῃ Χαρίδημον’ γεγραμμένου, τάχ᾽ ἄν, εἰ τύχοι, καὶ τοιοῦτό τι συμβαίη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.