Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
ὅτι τοίνυν ἄνευ τοῦ τοῖς πράγμασι μὴ συμφέρειν τὸ ψήφισμα, οὐδὲ πρὸς δόξαν συμφέρει τῇ πόλει τοιοῦτον οὐδὲν ἐψηφισμένῃ φαίνεσθαι, καὶ τοῦτο δεῖ μαθεῖν ὑμᾶς. εἰ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πόλιν οἰκοῦντί τῳ καὶ νόμοις πολιτευομένῳ τὸ ψήφισμ᾽ ἐγέγραπτο, δεινὸν ὂν ἧττον ἂν ἦν αἰσχρόν: νῦν δὲ γέγραπται Χαριδήμῳ τῷ πόλιν μὲν οὐδ᾽ ἡντινοῦν οἰκοῦντι, Θρᾳκὶ δ᾽ ἀνθρώπῳ βασιλεῖ στρατηγοῦντι καὶ διὰ τῆς ἐκείνου βασιλείας πολλοὺς ἀδικοῦντι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.