Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
ἐγὼ νομίζω, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοι μὲν τῶν ἡμετέρων ἐθῶν καὶ νόμων ἐπιθυμηταὶ γενόμενοι πολῖται γενέσθαι ἐσπούδασαν, ἅμα τ᾽ αὐτοὺς ἂν τυγχάνειν τούτων καὶ παρ᾽ ἡμῖν οἰκεῖν καὶ μετέχειν ὧν ἐπεθύμησαν: ὅσους δὲ τούτων μὲν μηδενὸς μήτ᾽ ἐπιθυμία μήτε ζῆλος εἰσέρχεται, τὴν πλεονεξίαν δ᾽ ἀγαπῶσιν ἣν διὰ τοῦ δοκεῖν ὑφ᾽ ὑμῶν τιμᾶσθαι καρποῦνται, τούτους δ᾽ οἴομαι, μᾶλλον δ᾽ οἶδα σαφῶς, ὅταν ποτὲ μείζονος πλεονεξίας ἑτέρωθεν ἐλπίδ᾽ ἴδωσιν, οὐδ᾽ ὁτιοῦν ὑμῶν φροντίσαντας ἐκείνην θεραπεύσειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.