Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[113]
τί δή ποτ᾽ αἴτιον; οὐ γὰρ δὴ λόγον γε τὸ πρᾶγμ᾽ οὑτωσὶ πρόχειρον ἔχει. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, δυοῖν ἀγαθοῖν ὄντοιν πᾶσιν ἀνθρώποις, τοῦ μὲν ἡγουμένου καὶ μεγίστου πάντων, τοῦ εὐτυχεῖν, τοῦ δ᾽ ἐλάττονος μὲν τούτου, τῶν δ᾽ ἄλλων μεγίστου, τοῦ καλῶς βουλεύεσθαι, οὐχ ἅμ᾽ ἡ κτῆσις παραγίγνεται τοῖς ἀνθρώποις, οὐδ᾽ ἔχει τῶν εὖ πραττόντων οὐδεὶς ὅρον οὐδὲ τελευτὴν τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας: δι᾽ ὅπερ πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες τὰ παρόντ᾽ ἀπώλεσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.