Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἔστιν εἰπεῖν, ὅτι νὴ Δί᾽ εἰκότως ἐφενακίσθητε καὶ παρεκρούσθητε. εἰ γὰρ μηδὲν εἴχετε τῶν ἄλλων λογίσασθαι, μηδ᾽ ἐφ᾽ ὑμῶν αὐτῶν οἷοί τ᾽ ἦτε ταῦτα συνεῖναι, ἦν ἰδεῖν παράδειγμα Ὀλυνθίους τουτουσί, οἳ τί πεποιηκότος αὐτοῖς Φιλίππου πῶς αὐτῷ χρῶνται; ἐκεῖνος ἐκείνοις Ποτείδαιαν οὐχὶ τηνικαῦτ᾽ ἀπέδωκεν, ἡνίκ᾽ ἀποστερεῖν οὐκέθ᾽ οἷός τ᾽ ἦν, ὥσπερ ὑμῖν Κερσοβλέπτης Χερρόνησον: ἀλλὰ πρὸς ὑμᾶς πολεμῶν χρήματα πόλλ᾽ ἀναλώσας, ἑλὼν καὶ δυνηθεὶς ἂν αὐτὸς ἔχειν, εἴπερ ἐβουλήθη, παρέδωκεν καὶ οὐδ᾽ ἐπεχείρησεν ἄλλο ποιεῖν οὐδέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.