Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
ἵνα δὲ μὴ πάνυ θαυμάζητ᾽ εἰ τὰ παρ᾽ ὑμῖν ψηφίσματα τηλικαύτην ἔχει δύναμιν, γεγονὸς καὶ ὃ πάντες ἐπίστασθε πρᾶγμ᾽ ὑμᾶς ὑπομνήσω. ὅτε Μιλτοκύθης ἀπέστη Κότυος, συχνὸν ἤδη χρόνον ὄντος τοῦ πολέμου, καὶ ἀπηλλαγμένου μὲν Ἐργοφίλου, μέλλοντος δ᾽ Αὐτοκλέους ἐκπλεῖν στρατηγοῦ, ἐγράφη τι παρ᾽ ὑμῖν ψήφισμα τοιοῦτον, δι᾽ οὗ Μιλτοκύθης μὲν ἀπῆλθε φοβηθεὶς καὶ νομίσας ὑμᾶς οὐ προσέχειν αὐτῷ, Κότυς δ᾽ ἐγκρατὴς τοῦ τ᾽ ὄρους τοῦ ἱεροῦ καὶ τῶν θησαυρῶν ἐγένετο. καὶ γάρ τοι μετὰ ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, Αὐτοκλῆς μὲν ἐκρίνεθ᾽ ὡς ἀπολωλεκὼς Μιλτοκύθην, οἱ δὲ χρόνοι κατὰ τοῦ τὸ ψήφισμ᾽ εἰπόντος τῆς γραφῆς ἐξεληλύθεσαν, τὰ δὲ πράγματ᾽ ἀπωλώλει τῇ πόλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.