Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[100]
ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμ᾽ Ἀριστοκράτης, οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν: ἤδη δέ τιν᾽ εἶδον, ὦ ἄνδρες Ἀθηναῖοι, γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον, ὡς δὲ συμφέρονθ᾽ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον, εὐήθη μέν, οἶμαι, μᾶλλον δ᾽ ἀναιδῆ λόγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.