Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ἐπειδὴ γὰρ ἑνὸς τελευτήσαντος τῶν βασιλέων Βηρισάδου, παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας ἃς μεθ᾽ ὑμῶν ἐποιήσατο, Κερσοβλέπτης ἐξέφερεν πόλεμον πρός τε τοὺς Βηρισάδου παῖδας καὶ πρὸς Ἀμάδοκον, εὔδηλον ἦν ὅτι τοῖς μὲν Βηρισάδου παισὶν Ἀθηνόδωρος βοηθήσοι, τῷ δ᾽ Ἀμαδόκῳ Σίμων καὶ Βιάνωρ: ὁ μὲν γὰρ Βηρισάδου κηδεστής, οἱ δ᾽ Ἀμαδόκου γεγόνασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.