This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[218]
οὐ τοίνυν οἷόν τ᾽ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδ᾽ ἀνεξέταστον εἶναι τί ποθ᾽ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε: ἀλλ᾽ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δ᾽ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδ᾽ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλ᾽ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκ᾽ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερ᾽ οὖν τούτου γενομένου κρεῖττον αὖθις ἢ νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν: κοινὴ γὰρ ἡ κρίσις, καὶ τἀδικήματα πάντ᾽ ἐφ᾽ οἷς νῦν κρίνεται κοινά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.