This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[190]
ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται. καὶ οὐδενὶ μέμφομαι: οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτ᾽ εἶπον, ἀλλ᾽ ἁπλῶς κατ᾽ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι. ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθ᾽ ἐφεξῆς. καίτοι πῶς ἐστι δίκαιον, τοὔνομα μὲν τοῦθ᾽ ὡς ὄνειδος προφέρειν ἐμοί, διὰ τούτων δ᾽ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.