This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[160]
ἀλλὰ νὴ Δία τριήρη ἐπέδωκεν: ταύτην γὰρ οἶδ᾽ ὅτι θρυλήσει, καὶ φήσει ‘ἐγὼ ὑμῖν τριήρη ἐπέδωκα.’ οὑτωσὶ δὴ ποιήσατε. εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλοτιμίας εἵνεκα ταύτην ἐπέδωκεν, ἣν προσήκει τῶν τοιούτων ἔχειν χάριν, ταύτην ἔχετ᾽ αὐτῷ καὶ ἀπόδοτε, ὑβρίζειν δὲ μὴ δῶτε: οὐδενὸς γὰρ πράγματος οὐδ᾽ ἔργου τοῦτο συγχωρητέον. εἰ δὲ δὴ καὶ δειλίας καὶ ἀνανδρίας εἵνεκα δειχθήσεται τοῦτο πεποιηκώς, μὴ παρακρουσθῆτε. πῶς οὖν εἴσεσθε; ἐγὼ καὶ τοῦτο διδάξω: ἄνωθεν δέ, βραχὺς γάρ ἐσθ᾽ ὁ λόγος, λέξω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.