This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[154]
εἰ μέντοι τί ποτ᾽ ἐστὶν ἃ λῃτουργεῖ τῇ ἀληθείᾳ δεῖ σκοπεῖν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ: καὶ θεάσασθ᾽ ὡς δικαίως αὐτὸν ἐξετάσω, πρὸς ἐμαυτὸν κρίνων. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, γεγονὼς ἔτη περὶ πεντήκοντ᾽ ἴσως ἢ μικρὸν ἔλαττον οὐδὲν ἐμοῦ πλείους λῃτουργίας ὑμῖν λελῃτούργηκεν, ὃς δύο καὶ τριάκοντ᾽ ἔτη γέγονα. κἀγὼ μὲν κατ᾽ ἐκείνους τοὺς χρόνους ἐτριηράρχουν, εὐθὺς ἐκ παίδων ἐξελθών, ὅτε σύνδυ᾽ ἦμεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντ᾽ ἐκ τῶν ἰδίων οἴκων καὶ τὰς ναῦς ἐπληρούμεθ᾽ αὐτοί:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.