This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[132]
καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρί᾽ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷ᾽ ἐδημηγόρησε παρ᾽ ὑμῖν, ὅθ᾽ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει: καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπ᾽ οὐδενὶ τηλικαύτην ἀράμενον πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.