This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[101]
ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρ᾽ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθ᾽ ὅσα πράττουσιν: οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμ᾽, ἐλεήμων, εὖ ποιῶν πολλούς: ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτ᾽ εἰσφέρειν, ἐάν του καιρὸς ἢ χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδέν᾽ οὔτ᾽ ἐλεῶν οὔθ᾽ ὅλως ἄνθρωπον ἡγούμενος: τούτῳ τὰς ὁμοίας φορὰς παρ᾽ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.