This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[156]
ἀλλ᾽ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλ᾽ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ‘ἄτιμος ἔστω’ φησὶ ‘καὶ ἡ οὐσία δημοσία ἔστω.’ δύο τιμήματα ταῦτα. ‘εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς: ἐὰν δ᾽ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ.’ θάνατον λέγει: τοῦτο γάρ ἐστ᾽ ἐπ᾽ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρ᾽ ὑμῖν δόξει χάριν εὖ ποιήσαντ᾽ ἀπαιτεῖν ἢ τὰ δεινότατ᾽ ἐργαζόμενον ληφθῆναι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.