Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[98]
ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, τοσοῦτ᾽ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστ᾽ εἰ ταῦθ᾽ ὑπ᾽ ἀβελτερίας ἢ δι᾽ εὐήθειαν ἢ δι᾽ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τ᾽ ἀφίημ᾽ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.