Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
ἃ μὲν τοίνυν ὑπῆρχε παρ᾽ ὑμῶν αὐτοῖς, ταῦτ᾽ ἐστί, φιλία, συμμαχία, βοήθεια: ὧν δ᾽ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε.“Ὁμολογία Φιλίππου καὶ Φωκέων”ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. ‘ὁμολογία Φιλίππου καὶ Φωκέων,’ φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδ᾽ ἄλλου τῶν παρόντων οὐδενός: καὶ πάλιν ‘παραδοῦναι δὲ τὰς πόλεις Φωκέας,’ φησί, ‘Φιλίππῳ,’ οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδ᾽ ἄλλῳ οὐδενί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.