Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ ‘τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,’ καὶ ‘ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.’ ἀλλ᾽ οὐδὲν ἐκεῖνός γ᾽ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γ᾽ ἔδει ἐπαγγέλλεσθαι ὥστ᾽ οὐδ᾽ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.