Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[303]
ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτως ἔχει, αὐτὸς οὐχ οἷός τ᾽ ἀντειπεῖν ἔσται. τίς γάρ ἐσθ᾽ ὁ τὸν Ἴσχανδρον προσάγων ὑμῖν τὸ κατ᾽ ἀρχάς, ὃν παρὰ τῶν ἐν Ἀρκαδίᾳ φίλων τῇ πόλει δεῦρ᾽ ἥκειν ἔφη; τίς ὁ συσκευάζεσθαι τὴν Ἑλλάδα καὶ Πελοπόννησον Φίλιππον βοῶν, ὑμᾶς δὲ καθεύδειν; τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους ἐκείνους δημηγορῶν, καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμ᾽ ἀναγιγνώσκων καὶ τὸν ἐν τῷ τῆς Ἀγλαύρου τῶν ἐφήβων ὅρκον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.