Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[297]
ἔτι τοίνυν πολλοὶ παρ᾽ ὑμῖν ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί, Καλλίστρατος, αὖθις Ἀριστοφῶν, Διόφαντος, τούτων ἕτεροι πρότερον. ἀλλὰ ποῦ τούτων ἕκαστος ἐπρώτευεν; ἐν τῷ δήμῳ: ἐν δὲ τοῖς δικαστηρίοις οὐδείς πω μέχρι τῆς τήμερον ἡμέρας ὑμῶν οὐδὲ τῶν νόμων οὐδὲ τῶν ὅρκων κρείττων γέγονεν. μὴ τοίνυν μηδὲ νῦν τοῦτον ἐάσητε. ὅτι γὰρ ταῦτα φυλάττοισθ᾽ ἂν εἰκότως μᾶλλον ἢ πιστεύοιτε, τῶν θεῶν ὑμῖν μαντείαν ἀναγνώσομαι, οἵπερ ἀεὶ σῴζουσι τὴν πόλιν πολλῷ τῶν προεστηκότων μᾶλλον. λέγε τὰς μαντείας.“Μαντείαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.