Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[262]
ταὐτὰ δὲ ταῦτ᾽ Ἀργεῖοι. ταῦτα νὴ τὴν Δήμητρα, εἰ δεῖ μὴ ληρεῖν, εὐλαβείας οὐ μικρᾶς δεῖται, ὡς βαδίζον γε κύκλῳ καὶ δεῦρ᾽ ἐλήλυθεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ νόσημα τοῦτο. ἕως οὖν ἔτ᾽ ἐν ἀσφαλεῖ, φυλάξασθε καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε: εἰ δὲ μή, σκοπεῖθ᾽ ὅπως μὴ τηνικαῦτ᾽ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτ᾽ οὐδ᾽ ὅ τι χρὴ ποιεῖν ἕξετε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.