Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[257]
σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβεύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφ᾽ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσ᾽ ὑπακούσαντά τιν᾽ αὐτοῦ κατήγορον. ἵνα τί; ἵνα μήτ᾽ ἐλέου μήτε συγγνώμης ἐφ᾽ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετ᾽ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτ᾽ ἠπείλει. ἵνα τί; ἵν᾽ ὡς μετὰ πλείστης συγγνώμης παρ᾽ ὑμῶν ὁ τὰ τούτου πονηρεύματ᾽ ἀκριβέστατ᾽ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.