Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[251]
φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλων᾽ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντ᾽ ἔτη φάσ᾽ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δ᾽ ὁμοῦ διακόσι᾽ ἐστὶν ἔτη καὶ τετταράκοντ᾽ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθ᾽ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατ᾽ ἐκεῖνον, ἀλλ᾽ οὐδ᾽ ὁ πάππος αὐτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.