[245]
ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον“ὅστις δ᾽ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐσθ᾽ οἵοισπερ ἥδεται ξυνών.
”unknownεἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτ᾽ εἰπών, ‘ἀγνοεῖτ᾽,’ ἔφη, ‘ποῖόν τιν᾽ ἡγεῖσθαι δεῖ;’ οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθ᾽ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ: ‘ὅστις δ᾽ ὁμιλῶν ἥδεται,’ καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, ‘οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι’ ἀργύριον εἴληφ᾽ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.