Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[224]
καὶ δέδοικα, δέδοικα (εἰρήσεται γὰρ πάνθ᾽ ἃ φρονῶ πρὸς ὑμᾶς) μὴ τότε μὲν συνεπισπάσησθ᾽ ἐμὲ τὸν μηδ᾽ ὁτιοῦν ἀδικοῦντα, νῦν δ᾽ ἀναπεπτωκότες ἦτε. παντάπασι γάρ, ἄνδρες Ἀθηναῖοι, ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθαι, οὐδὲ φροντίζειν τῆς πόλεως πάλαι κατὰ πολλοὺς καὶ δεινοὺς τρόπους διαφθειρομένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.